Ὑπὲρ τοῦ Ἔθνους ἡμῶν καὶ τὴς Κύπρου

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν προστατεύουσαν ἀεὶ τῶν Ἑλλήνων | ἀξιομάχους στρατιὰς ἐν ἀγῶσι| δικαίοις ὑπὲρ πίστεως καὶ τάφων σεπτῶν | τῶν προγόνων μέλψωμεν νῦν Πατριδοφιλοῦσαν | Θεοτόκον κράζοντες ἐν ψυχῆς κατανύξει | παντὸς τοῦ Γένους ἄγρυπνε φρουρέ, | ἐπιβουλὰς πᾶσας ἐχθρῶν διασκέδασον.

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τῶν ἑλλήνων τὸ Γένος καὶ τὴν Κύπρον περίσῳζε,

ὦ Ἐθνοφρουροῦσα Παρθένε, ὡς προσκυνοῦντας τὴν δόξαν σου.

Λαόν σου δὲ πιστὸν καὶ εὐλαβῆ,

τῇ μητρικῇ στοργῇ σου σῷον διατήρει ἐσαεί.

Καὶ εἰρήνην ἀδιάσειστον δὸς ἡμῖν τοῖς εὐλαβῶς σοι ᾄδουσι·

Δόξα τῇ θείᾳ σκέπῃ σου Ἁγνή,

δόξα τοῖς μεγαλείοις σου,

δόξα τῇ ἀμάχῳ προστασίᾳ σου ὑπὲρ ἡμῶν Ἄχραντε.


Αρέσει σε %d bloggers: